Ancient Greek
1.105 to 1.107
Scholia in Homerum, Scholia in Iliadum 1.105-3-107
Not analysed yet
222. μητέρι μήλων] Ζηνόδοτος μητέρι θηρῶν. τῇ δʼ ἐριβώλακι συνάδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ ἔνθηρον. 223. Κισσῆς, ὡς Ἑρμῆς· καὶ μήποτε παρὰ τὸ κισσός παρώ- νυμόν τι ἐγένετο Κισσέας, καὶ κατὰ συναλοιφὴν Κισσῆς. 226. ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφό- τεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν, ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδρά- στου, Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς Κισ- σέως.