Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.11-4
Not analysed yet
19. ὅτι εἰ μὴ ἐκδεξόμεθα Ὄλυμπον τὸ ἐπὶ Μακεδονίας ὄρος, οὐ συμφωνήσει τῇ διαθέσει ταύτῃ· ἐπὶ γὰρ τοῦ οὐρανοῦ στάς φησι τὸν Ὄλυμπον ἀνέλκειν τῆς σειρᾶς ἐκ τοῦ ῥίου ἐκδεθείσης. καὶ ὅτι ἡ ἐξ περισσή. χρυσῆν προσέθηκε, βουλόμενος τὸ πρᾶγμα ποιητικὸν δείξαι. καὶ οἱ μὲν κυρίως οὕτως· οἱ δὲ ἀλληγορικῶς τὸν ἥλιον. κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπὶ τοῦ οὐρανοῦ, ὃ κλήρῳ λαχὼν στοιχεῖον εἶχεν, τοὺς δὲ λοιποὺς θεοὺς ἐπὶ τῆς γῆς ὡς αὐτῆς κοινῆς ὑπαρχούσης, ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπʼ ἐκείνων, ἢ ἐκείνους ὑπʼ αὐτοῦ.