Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.10-4
Not analysed yet
18. πειρήσασθε] πεῖραν λάβετε. τῷ ἀποτόμως ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι. μεγάλα δὲ ὄντα τὰ προστάγ- ματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο. εἴδετε] ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον, ἢ ἐναλλαγὰς ἐγκλίσεων, “ὄφρ’ εὗ πᾶσαι εἴδετʼ ἀκούουσαι” (Il. 18, 52)· “μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνειῶτα” (Il. 19, 403)· “ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμου” (Il. 17, 452)· “αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας” (Il. 1, 66).