Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.110-5
Not analysed yet
258. ὅτι κρόσσας ἐν μὲν τοῖς ὑπομνήμασι κεφαλίδας, ἐν δὲ τοῖς περὶ τοῦ ναυστάθμου κλίμακας. καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς πύργους εἷλκον. ἐπὶ τὸν μέν σύνδεσμον εἰ διαστέλλοιμεν, γένοιτο ἂν πύργων ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνά- πτοιμεν κρόσσας πύργων τὰς ἐξοχὰς, περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου λέγεται. κατὰ δὲ τὸν πρότερον λόγον κρόσσαι αἱ πολε- μικαὶ κλίμακες καὶ τὰ μηχανήματα τὰ ἀνθιστάμενα τοῖς τείχεσιν.