Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.112
Not analysed yet
168. ἔρχομʼ ἐπὶ νῆας, ἐπὴν κεκάμω] ὅτι δύναται ὑφʼ ἓν κεκάμω, δύναται δὲ καὶ χωρὶς τοῦ κε· καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην. Ἀρίσταρχος γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν. τῷ ῥήματι· καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. οὕτως δὲ καὶ Ἡρω- διανὸς, φάσκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς ἐπήν κε γράφουσιν.