Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.113
Not analysed yet
169. *Φθίηνδʼ] οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίηνδ᾿. καὶ ἡ Ζηνοδότου ὁμοίως. ὁ νοῦς, ὑπερβατόν· νῦν δʼ εἶμι Φθίηνδε σὺν νηυσὶ κορωνίσιν, ἐνθάδʼ ἄτιμος ἐὼν, ἐπειὴ πολὺ φέρτερόν ἐστιν. οὐχ ὑπολαμβάνω δέ σε, φησὶν, ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖ. *ὅτι πτῶσις ἐνήλλακται· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος ἀτίμου πλουτήσειν.