Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.113-2
Not analysed yet
192. οὐ γάρ πω σάφα οἶσθ᾿ ]ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους (203—5)· εἰσὶ γὰρ πρὸς βασιλεῖς ἁρμόζοντες, οὐ πρὸς δημότας· “οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ᾿ Ἀχαιοὶ, οὐκ ἀγαθὸν πολυκοιρανίη” καὶ τὰ ἑξῆς. οἷος νόος Ἀτρείδαο: οἷος νόος Ἀτρείωνος] κἀν ταῖς διορθώσεσι καὶ ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο, Ἀτρείωνος. καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον, καὶ ἡ Ἀριστοφάνειος. καὶ ὁ Σιδώ- νιος δὲ καὶ ὁ Ἰξίων οὕτως γράφουσιν.