Ancient Greek
1.114 to 1.122
Scholia in Homerum, Scholia in Iliadum 1.114-2-122
Not analysed yet
193. ἀπὸ τούτου ἕως τοῦ “τιμὴ δ᾿ ἐκ Διός ἐστ” (197) ἀθε- τοῦνται στίχοι ε, ὅτι ἀπεοικότες οἱ λόγοι καὶ οὐ προτρεπτικοὶ εἰς καταστολήν. 194. ἐν βουλῇ δ᾿ οὐ πάντες] μετρίως τοῦτό φησιν, ἵνα μὴ καται- σχύνῃ τοὺς ἄλλους. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγαμέμνων; manus rec. 195. καθ᾿ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ 0λέγειν, εὐ- λαβοῦμαι μή τι χολωσάμενος ῥέξῃ κακόν. 196. διοτρεφέος βασιλῆος] ὅτι Ζηνόδοτος γράφει διοτρεφέων βασιλήων. ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό φησι “φιλεῖ δέ ἑ μητίετα Ζεύς.” διοτρεφέος βασιλῆος] οὕτως ἑνικῶς αἱ Ἀριστάρχου. καὶ Πτολε- μαῖος δὲ ὁ ἐπιθέτης ἐν τῷ πρώτῳ περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμο- λογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως, ἄνευ τῆς Ζηνοδότου. 196, 197. ὅτι καλῶς καὶ ταῦτα προστέθειται, ἵνα δεδοίκωσι μὲν ὡς μεγαλόφρονα, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, καὶ θεῷ πειθαρχεῖν δοκῶσιν ὑποκείμενοι βασιλεῖ. manus rec. 198. *ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν. 199. τὸν σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι. ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. πῶς οὖν δημοχαριστὴς κατὰ τοὺς τραγικοὺς Ὀδυσσεύς; 201. *οἳ σέο] οὕτως ὀρθοτονητέον τὴν σέο· ἀντιδιασταλτικὴ γάρ ἐστιν. 203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, ἐξῆπτε τὴν στάσιν, σπου- δαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτόμενος. manus rec. *τούτῳ καὶ τοῖς μετ᾿ αὐτὸν δύο ἡ στιγμὴ παράκειται.