Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.113-3
Not analysed yet
249. μήτʼ ἄρ με μάλʼ αἴνεε] δῆλός ἐστιν ὁ ποιητὴς ἀρχὴν τοῦ ἀποφθέγματος τῷ σοφῷ Πιττακῷ δεδωκὼς, εἰπόντι τὸ μηδὲν ἄγαν· ἄλλο γὰρ οὐδὲν δηλοῖ τὸ τοῦ ποιητοῦ ἢ τοῦτο. ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν μὲν ἐπαινούμενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι φίλαυχός ἐστι. ῥητέον ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶσις, παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.