Ancient Greek
1.110 to 1.112
Scholia in Homerum, Scholia in Iliadum 1.110-4-112
Not analysed yet
244. οὗ περὶ μὲν πρόφρων] ἀληθῶς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος χρήσιμος, παρωσάμενος πᾶσαν αἰδῶ καὶ ἀμέλειαν. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρείαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν. 246. ἑσπομένοιο] δύναται καὶ σπομένοιο, ὥς φησιν ὁ Ἀσκα- λωνίτης· καὶ ὅμοιόν ἐστι τοῦ “ὁ δὲ σπόμενος περὶ δουρί” (Il. 13, 570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ “εἰ δὲ σὺ, ὦ μέγʼ ἀναιδὲς, ἅμʼ ἑσπόμεθʼ ”(Il. 1, 158), ἀνάγκη πᾶσα κατʼ αὐτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι. 247. περίοιδε] οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται περισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ Ἀρίσταρχος βούλεται.