Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.116-2
Not analysed yet
277. *ἰόντι] Ἀρίσταρχος ἐόντι. μελάντερον ἠΰτε πίσσα] ὅτι ἰδίως εἴρηκεν οὔτε μελάντερον πίσσης οὔτε μέλαν ὡς πίσσα, κέχρηται δὲ τῷ συγκριτικῷ ἀντὶ ἁπλοῦ. τὸ δὲ ἰόντι Ἀρίσταρχος διὰ τοῦ ε, ὁ δὲ Ζηνόδοτος διὰ τοῦ ῑ. στικτέον δὲ μετὰ τὸ μελάντερον, ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον ἠΰτε πίσσα, ἵνʼ ᾖ τῷ αἰπόλῳ πόρρω διατελοῦντι μελάντερον αὐτῷ κατα- φαίνεται τὸ νέφος καὶ ὅμοιον πίσσῃ.