Ancient Greek
1.100 to 1.115
Scholia in Homerum, Scholia in Iliadum 1.100-2-115
Not analysed yet
238. *ἡμεῖς δʼ αὖτ] Ἀρίσταρχος χωρὶς τοῦ δέ. 243. ἔστητε] Πτολεμαῖος ψιλοῖ, ἐπεὶ γίνεται στῆτε, τὸ δὲ ἀπο- πῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔστιν, ἀλλ᾿ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ ᾱ εἰς η· στάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστι τῷ ἑστήκαμεν τὸ ἔστατε. *ὅτι μετείληπται τὸ ᾱ εἰς τὸ η ἀντὶ τοῦ ἕστατε. 244. ἡ διπλῆ διὰ τὸ ἐλλείπειν τὴν διά πρόθεσιν, ἵνʼ ᾖ διὰ πεδίου. 245. *ἄρα τίς σφι] οὕτως Ἀρίσταρχος μετὰ τοῦ σ, τίς σφι. 246. *ἕστητε] ὅτι πάλιν ἀντὶ τοῦ ἕστατε. 247. *αἱ διαστολαὶ ἐλθέμεν, θαλάσσης. 249. αἴ κʼ ὔμμιν] οὕτως τὸ αἴ κʼ ὔμμιν διὰ τοῦ κ δεῖ συναλεί- φειν· ἔστι γὰρ Αἰολικὴ ἡ ἀντωνυμία. 251. ἐπὶ Κρήτεσσι] ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὡς ἐπὶ Κρῆτας. ἀνὰ οὐλαμὸν ἀνδρῶν] ἀνὰ τὸν θόρυβον, κατὰ τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν. οὐλαμὸς δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν. 253. ἐπὶ τὸ τέλος τοῦ στίχου διαστολὴ βραχεῖα· κοινὸν γὰρ τὸ ὤτρυνε φάλαγγας. 254. φάλαγγας] τάξεις τῶν στρατιωτῶν εἶπεν ὁ ποιητὴς, ἐπειδὴ τὸ παλαιὸν ξύλοις ἐμάχοντο. φάλαγγας δὲ τὰ ξύλα ἐκάλουν οἱ ἀρχαῖοι. ἔτι γοῦν καὶ ἡμεῖς τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγ- γας καλοῦμεν. 260. *ἐνὶ κρητῆρσι] Ἀρίσταρχος ἑνικῶς ἐνὶ κρητῆρι. τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος, ἀλλ᾿ ἐκ βαρυτόνου τοῦ κέρω, ὅπερ οὐκ ἔστιν εὑρεῖν ῥᾳδίως. 262. δαιτρόν] ὅτι διὰ παντὸς αἱ τράπεζαι παρέκειντο, καὶ πλήρη τὰ ποτήρια τοῖς ἐν τιμῇ ἔκειτο, τοῖς δὲ ἄλλοις πρὸς μέρος ἐνεχεῖτο. 269. διὰ τοῦ ν τὸ σύν γʼ ὅρκια. οὐ γὰρ συνῆπται· ἐπὶ δὲ τῶν συνθέτων αἱ μεταβολαί. 273. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι] ὅτι ἡ τάξις Ἰδομενέως πλησίον Αἴαντος, πρὸς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον (Il. 2, 557). 274. νέφος] τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μεταφορᾶς καὶ εἰκόνα πεποίηκεν. 276. Ζεφύροιο] ὅτι ἀπὸ τοῦ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἐκάλουν οἱ ἀρχαῖοι.