Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.116-3
Not analysed yet
269. εὐχετάασθαι] Ἀρίσταρχος τὸ δεύτερον ἄλφα συστέλλει, καὶ ὁ Ἀσκαλωνίτης· ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς. ὅσα γὰρ εἰς δῶι λήγει ἀπαρέμφατα μὴ κατʼ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι τίθεσθαι ἵστασθαι κίχρασθαι πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακρὰν, προπερισπᾶσθαι θέλει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα δίζησθαι φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον “ἀλλ᾿ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα” (Od. 16, 316)· “ἐν μεγάροισι δʼ ἕκητι σέθεν κακὰ μηχανάασθαι” (Od. 3, 213)· ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα” (ll. 10, 120)· “καὶ ἑδριάασθαι ἄνωγον” (Od. 3, 35). “μήτε μνάασθαι ἄκοιτιν” (Od. 1, 39).