Ancient Greek
1.111 to 1.115
Scholia in Homerum, Scholia in Iliadum 1.111-115
Not analysed yet
261. μένος] ἡ προθυμία, παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προθυ- μοῦμαι, ὅθεν παρακείμενος μέμακα, μετοχὴ μεμακώς, ἐνδείᾳ τοῦ κ μεμαώς· “μεμαὼς πόλιν ἐξαλαπάξαι” (Il. 4, 40). μέσος παρακείμενος οὕτως μέμονα ὁ παρακείμενος. καὶ ὡς φθείρω φθαρτός, οὕτω μένω μάτος, καὶ αὐτόματος ἐν συνθέσει. 262. *ὅτι ἄκρως Δώριον τὸ τύνη. 264. *ἄειρε] ἀντὶ τοῦ πρόσφερε, δίδου. 265. μή μʼ ἀπογυιώσῃς] ἡ διπλῆ πρὸς τὸ δοκοῦν μάχεσθαι· ἡ γὰρ Ἑκάβη λέγει “μένος μέγα οἶνος ἀέξει,” ὁ δὲ Ἕκτωρ “μή μʼ ἀπογυιώσῃς.” ἔστι δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον πρός τι εἴρηται. 266. *ἀνίπτοισιν] οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. Ζηνόδοτος διὰ τοῦ η ἀνίπτῃσιν. *ὅτι Ζηνόδοτος γράφει ἀνίπτῃσιν. οὐκ ἔστι δὲ ἡ εὐθεῖα ἀνίπτη.