Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.117
Not analysed yet
175. *οἵ κέ με τιμήσουσι] ὅτι περισσὸς ὁ σύνδεσμος, ἢ τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν. *μητίετα] οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός ἐστι τοῦ ε. οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς] Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμὸς, οἷον “αὐτὰρ ὁ αὖτε Θυέστα” (Il. 2, 107) ἀντὶ τοῦ Θυέστης, καὶ ἱππηλάτα ἀντὶ τοῦ ἱππηλάτης, καὶ νεφεληγερέτα ἀντὶ τοῦ νεφεληγερέτης, καὶ κυα- νοχαῖτα ἀντὶ τοῦ κυανοχαίτης. παῤ ἡμῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα ἐπὶ τῆς εὐθείας εἰς α λήγει. τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ σ κατὰ γενικὴν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυλάττει τὸν τόνον. σεσημείωται τὸ δέσποτα καὶ εὐρύοπα καὶ μητίετα προπαροξυτο- νούμενα.