Ancient Greek
1.118 to 1.120
Scholia in Homerum, Scholia in Iliadum 1.118-120
Not analysed yet
176. *ἔχθιστος] ὅτι συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο. διοτρεφέων] τῶν σὺν Διὸς γνώμῃ τεθραμμένων, ἐπεὶ τῆς αὐτοῦ σειρᾶς εἰσὶν, ὡς καὶ Ἡσίοδός φησιν (Th. 94) “ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἐπὶ χθονὶ καὶ κιθαρισταὶ, ἐκ δὲ Διὸς βασιλῆες.” 177. *αἰεὶ γάρ τοι ἔρις] ὅτι ἐνταῦθα ὀρθῶς εἴρηται, ἐν δὲ τῇ Ὀδυσσείᾳ οὔ. 178. εἰ μάλα καρτερός ἐσσι] ἐπὶ τὸ ἐσσί ὑποστικτέον, ἵνα στί- ζωμεν κατὰ τὸ τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς προ- φερώμεθα, οἴκαδʼ ἰών. ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν ἀνυποκρίτως, ὡς διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι, καὶ τὸ ἑξῆς εἶναι, εἰ μάλα καρτερός ἐσσι, οἴκαδʼ ἰών.