Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.117-5
Not analysed yet
258. ἡ διπλῆ, ὅτι κυνέην μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, ἄφαλον δὲ καὶ ἄλοφον κατʼ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φάλοι γὰρ τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώσεις. φάλος ὀμφαλός ἐστι μικρὸς, ἀσπίδι μικρᾄ παραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον, ὑπερέχων τῶν ὀφθαλμῶν, ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, οἷαι τῶν Κορυβάντων αἱ κόρυθες καὶ τῶν παλλαδίων. ὅτι δὲ κατὰ τὸ μέτωπόν ἐστιν ὁ φάλος δῆλον ἐκ τούτων “τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον, ἐν δὲ μετώπῳ πῆξε” (Il. 4, 459), κἀκ τοῦ “ψαῦόν θʼ ππόκομοι κόρυθες λαμπροῖσι φάλοισι” (II. 13. 132). *Ἀρίσταρχος ἄλοφον. καταῖτυξ] εἶδος περικεφαλαίας, ἀπὸ τοῦ κάτω τετύχθαι καὶ μὴ ἔχειν λόφον, ἀλλὰ κοίλην εἶναι. ἡ καταῖτυξ προπερισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνἱοτε ἐκτείνει τὸ ν· τὸ γὰρ “κήρυκι ἠπυτίδῃ (Il. 17, 324) συνέσταλται διὰ τὸ μέτρον.