Ancient Greek
1.118 to 1.121
Scholia in Homerum, Scholia in Iliadum 1.118-4-121
Not analysed yet
262. *πρὸς τὸ λαθεῖν τὴν περικεφαλαίαν. 265. πῖλος ἀρήρει] ὅτι τὸ κοινὸν καὶ συμβεβηκὸς ταῖς περι- κεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ ζωγράφοι καὶ πλάσται πιλίον ἐπέθεσαν τῷ Ὀδυσσεῖ. μέσση δʼ ἐνὶ πῖλος ἀρήρει] καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ ἀναγνωστέον. 266. *ὅτι ὁμώνυμος οὗτος τῷ τοῦ Φοίνικος πατρὶ Βοιωτός. Ἐλεῶνος] εἰσὶν οἳ ψιλοῦσιν· ὁ δὲ Ἀσκαλωνίτης φησὶ δασύ- νεσθαι. ἔστι δέ τινα ἃ ἱστορίᾳ τοπικῇ κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἱστοροῦσι γὰρ οὕτως δασέως τὴν πόλιν λέγεσθαι. πῶς οὖν ἐν τῷ καταλόγῳ ψιλῶς ἀνέγνωμεν “οἵ τʼ Ἐλεῶν εἶχον” (Il. 2, 500); φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. 267. Αὐτόλυκος] ὁ Ἑρμοῦ υἱὸς, κλεπτίστατος ἀνθρώπων.