Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.117-6
Not analysed yet
276. *νεῖκος] Ἄρίσταρχος νῖκος διὰ τοῦ ὶ· βούλεται γὰρ λέγεσθαι τὴς νίκης τὴν ἥτταν. βραχὺ διασταλτέον ἐπὶ τὴν μετοχὴν διὰ τὸ σαφέστερον. τὸ δίεσθαι ἡ παράδοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν, ὅτι εἰ οἴδεν ὁ ποιητὴς τὸ δίενται (Il. 23, 475) ὡς τίθενται καὶ ἐνδίεσαν (Il. 18, 584) ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαροξυ- νόμενον ὡς γὰρἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον τίθεσθαι, οὕτωςκαὶἀπὸ τοῦ “ἵπποι ἀερσίποδες πολέος πεδίοιοδίενται’ καὶ “αὕτως ἐνδίεσαν” γένοιτʼ ἂν τὸ ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται· καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι, ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ ἐνδίεσαν καὶ δίεσθαι.