Ancient Greek
1.118 to 1.123
Scholia in Homerum, Scholia in Iliadum 1.118-5-123
Not analysed yet
277. ὥς τώγε προβοῶντε] κατ’ ἔνια τῶν ὑπομνημάτων προβάοντε, οἷον προβαίνοντες καὶ ἀμείβοντες τόπον ἐκ τόπου. διχῶς οὖν. 278. ὥστε νιφάδες] μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι· “νιφάδες δʼ ὧς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαής” (156). ἐκεῖ μὲν οὖῦν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν καὶ πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα. 280. ὅτι κῆλα τὰ βέλη Διὸς, χιὼν καὶ ὑετός. νίφειν δὲ τὸ χιονίζειν λέγει. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νιφέμεν πρὸς τὸ σαφέστερον. *τὰ αὐτοῦ σημαίνει βέλη. ἐπιπέμπει κατὰ χόλον, βέλος δὲ νῦν τὸν χειμῶνα. 281. χέει ἔμπεδον] οὕτως αἱ Ἀριστάρχου, χέει ἔμπεδον· ἡ δὲ Μασσαλιωτικὴ χέει ἄσπετον. 283. *Ἄρίσταρχος διὰ τοῦ ο, λωτοῦντα. 285. κῦμα δέ μιν προσπλάζον ἐρύκεται] ὅτι ἀντὶ τοῦ ἐρύκει. ὁ δὲ λόγος περὶ τῆς χιόνος· μόνον τὸ κῦμα προσπελάζον ἀπερύκει αὐτὴν, τἄλλα δὲ πάντα κεκάλυπται.