Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.118-2
Not analysed yet
282. κυάνεαι σάκεσιν] ὅτι Ζηνόδοτος γράφει ἡρώων σάκεσιν. γέγονε δὲ ἀντιπαράθεσις τοῦ μέλανος νέφους πρὸς τὸ κυάνεαι· τοῦτο δὲ οἷον πυκναί. αἱ γὰρ ἀραιαὶ νεφέλαι διαυγεῖς. διασταλτέον δὲ βραχὺ ἐπὶ τὸ σάκεσιν, ἵνα διὰ μὲν τὰ ὅπλα καταπληκτικαὶ ὦσι, τοῖς δὲ δόρασι πεφρικυῖαι, τουτέστιν ὠρθωμένα ἔχουσαι τὰ δόρατα. ἡ ἑτέρα δὲ τῶν Ἀριστάρχου βεβριθυῖαι εἶχεν· καὶ μήποτε λόγον ἔχει, ὡς ἐκεῖ “βεβρίθει δὲ σάκεσιν” (Od. 16, 474).