Ancient Greek
1.119 to 1.125
Scholia in Homerum, Scholia in Iliadum 1.119-125
Not analysed yet
285. Ἀργείων ἡγήτορε] τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις. 286. διαστολὴ ἐπὶ τὸν μέν, ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. 295. Χρομίον τε] ὅτι τρίτος οὗτος Χρομίος Πύλιος, πρὸς τὰ περὶ Πυλαιμένους. οὗτοι δὲ ταξιάρχαι ὑπῆρχον· βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ. 296. *διασταλτέον ἐπὶ τὸ ὄχεσφι· κοινὸν γὰρ τὸ στῆσε. 297. ἱππῆας μὲν πρῶτα] πρώτους εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρως ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὧν εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ λόγον ἕξει τὸ “ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ” (300)· ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ κατὰ βάθους, μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλεν. 299. *οὕτως Ἀρίσταρχος, ἔλασσεν· ἄλλοι δὲ ἔεργεν. 303. *ὅτι ἀπέστροφε τὸν λόγον διὰ τῶν ἑξῆς, σχηματίσας ὡς ἂν αὐτὸς ὁ Νέστωρ εἴποι.