Ancient Greek
1.118 to 1.123
Scholia in Homerum, Scholia in Iliadum 1.118-3-123
Not analysed yet
290. ἢ τρίποδʼ ἠὲ δύω ἵππους] παραδιαζευκτικὸς ὁ ἤ, ὡς τὸ “ἠὲ δύο ἢ τρεῖς ἄνδρας ἔρυσθαι” (Od. 5, 484). *ὅτι δύο ἵπποις ἐχρῶντο. *οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη ἵππω. 293. *σπεύδοντα] ἀντὶ τοῦ προθύμως ἐνεργοῦντα. 296. δεδεγμένος] οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος. Ἡρωδιανὸς διὰ τοῦ χ δεδεχμένος. καί φησι Διογένης ἐν τοῖς ὑπομνήμασιν ὅτι εἰρωνευόμενος λέγει, οἷον δεξιούμενος τοῖς τόξοις· τὸ γὰρ δεδέχθαι δεξιοῦσθαί ἐστιν. οὐκ ἄχαρις ἡ ἐξήγησις. 299. *βαλέειν] ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν. κύνα] διὰ τὸ θρασὺ καὶ πολύλαλον· “ἐξ αὗ νῦν ἔφυγες θάνατον, κύον” (Il. 13, 362) καὶ τὸ “ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου” (338). 301. *πρὸς τὸ βαλέειν. 304. *Αἰσύμηθεν] Ἀρίσταρχος Αἰσύμνηθεν, καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους.