Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.124-3
Not analysed yet
306. μήκων δʼ ὡς] ἤτοι τὸ ἑξῆς ἐστὶν, ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων, ἥτʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη ἐστί. λείπει γὰρ τὸ ῥῆμα τοῦ- το, καὶ οὐκ ἔστιν ἡ μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀντα- πόδοσις λεγομένη· καὶ γὰρ ἑξῆς ἐπιφέρει “ὣς ἑτέρωσʼ ἤμυσε κάρη·” καὶ ἐν ἄλλοις δὲ εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλεν διαστελοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν ὑποστίξομεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν, ὣς ἑτέρωσʼ ἤμυσε κάρη. ἢ περισσόν ἐστι τὸ ἡ ἄρθρον καὶ ὁ τέ σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν [ὣς ἑτέρωσʼ ἤμυσε κάρη, βάλλει] καρπῷ βριθομένη, ὡς ἑτέρωσʼ ἤμυσε. βέλτιον δὲ ὑποστίζειν. ὅλον ὅλῳ παραβέβληται. ἔστι δὲ διάκενος ὁ μήκων· διὸ βαρεῖται. ἔστι δὲ κοινὸν τὸ κάρη βάλεν.