Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.119-2
Not analysed yet
256. ἔα] συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ἱ γραφόμενον, ὡς τιμῶ τιμῷς τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφομένου τοῦ ι “οὔ μʼ εἴας μακάρεσσι” (819)· καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῆ “τὸν δʼ οὔτι πατὴρ εἴασκε μάχεσθαι” (Il. 20, 408) καὶ “τόνδε δʼ ἔασκεν” (Il. 24, 17). καὶ προστακτικόν “ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα” (Il. 1, 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο “τρεῖν μʼ οὐκ ἔα,” μόνον συνε- στάλη τὸ ἄλφα, καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α, καὶ ἐκβολὴ τοῦ ι, καὶ μετα- βολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολ- λάκις διαλύειν εἰς δύο αα, ν τὸ μὲν πρότερον συνεσταλμένον ἐστὶ, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ῑ γραφόμενον, ὁρᾷς “οὐχ ὁράᾳς οἷος κἀγώ” (Il. 21, 108), καὶ ἐπὶ τοῦ τρίτου “ἰσχανάᾳ δακέειν” (Il. 17, 572) καὶ “ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9, 323) “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8, 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι “τρεῖν μʼ οὐκ ἔα.” ἔνθεν καὶ συνέσταλται τὸ κ καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι καὶ. ἄλλους χρόνους, ὡς ἔχει τὸ “οὖτα καταὶ λαπάρην” (Il. 6, 54). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυ- τόνων ἐπὶ τρίτου ἀποκοπὴν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν.