Ancient Greek
1.120 to 1.125
Scholia in Homerum, Scholia in Iliadum 1.120-2-125
Not analysed yet
257. *πάλιν αὖτις] ὅτι οὐ τὸ αὐτὸ λέγει διὰ τοῦ πάλιν καὶ αὖτις, ἀλλὰ τὸ μὲν αὖτις ἀντὶ τοῦ πάλιν, τὸ δὲ πάλιν τοπικὸν, ἀντὶ τοῦ εἰς τοὐπίσω. 258. *οὕτως εἰ γοῦν διὰ τοῦ γ Ἀρίσταρχος, εἰ δὴ ἕτερος αὐτῶν φύγῃ. Et gl. εἰ μὴ ἄρα ὁ εἷς. 261. *ὅτι περισσὸς ὁ δέ σύνδεσμος. 262. *ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐρύκακε. 263. ἐπαῖξαι] ἡ διπλῆ, ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ ἐχρήσατο. Ζηνόδοτος δὲ Αἰνειῶο γράφει. 264. *διὰ τὴν αὐτὴν αἰτίαν.