Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.119-3
Not analysed yet
256. ὅτι διὰ τοῦ ἀνεμοτρεφὲς βούλεται σημαίνειν τὸ εὔτονον· τὰ γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔτονα γίνεται, παλλόμενα καὶ κραδαινόμενα. διὸ καὶ τὴν Ἀχιλλέως μελίαν Πηλίου ἐκ κορυφῆς λέγει τετμῆσθαι (Il. 16, 144). οἱ δὲ ἀπέδωκαν ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον. ἢ στερεόν· τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα στερεά. *ἀνεμοτρεφὲς κοῦφον καὶ εὐκίνητον· ἢ στερεόν. τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα στερεά.