Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.120-3
Not analysed yet
257. ὄπατρον] ψιλωτέον, οὐχ ὡς οἴονται, διὰ τὴν συγκοπήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν δὲ ἡμεῖς ἐν ἑτέροις ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ ἕσταμεν, Ἡράκλεες Ἥρακλες. τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω ὀπή ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ ἀναφο- ρικὴ σημασία, διὰ τὸ ὁποῖος ὅπως καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγ- μένα.