Ancient Greek
1.12 to 1.15
Scholia in Homerum, Scholia in Iliadum 1.12-2-15
Not analysed yet
21. *περιβῆναι] πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν τὸ ὑπερμαχῆσαι, καὶ τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37) τοιοῦτόν ἐστιν. 22. οὐδὲ γὰρ οὐδέ] ἡ μία περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ βίη,” “οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός” (Il. 6, 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. 27, 28. *πρὸς τὸ σχῆμα· ἔδει γὰρ τῶν υἱῶν Δάρητος τὸν μὲν ἀλευόμενον, τὸν δὲ κτάμενον. 28. τὸ παρʼ ὄχεσφι προσδιδόασί τινες τοῖς ἑξῆς, ἵν᾿ ᾖ παρʼ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός, καὶ λέγῃ τοὺς ἁρματηλάτας τετα- ράχθαι· ἄλλως ἀπηλάσθαι φησὶν ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι, καὶ νοεῖν ἐκ τοῦ παρʼ ὄχεσφι τὸν τόπον τῶν ἀρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι.