Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.16-3
Not analysed yet
31. Ἆρες Ἄρες] ἐπαναβολὴ ὁ τρόπος. Ἰξίων δὲ τὸ δεύτερον ὀξύνει, ἵνʼ ᾖ ἀντὶ τοῦ βλαπτικέ. οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλα- σιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. τὸ δὲ ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις. *παλιλλογία. τειχεσιπλῆτα] ὅτι Ζηνόδοτος γράφει τειχεσιβλῆτα, ὁ τείχη καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ πυλαιμάχῳ.