Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.12-4
Not analysed yet
22." ὅτι ἀμφίβολον μὲν ἐπὶ ποτέρου τῶν ποταμῶν λέγει, τοῦ Σκαμάνδρου ἢ τοῦ Σιμοῦντος, δεκτίον δὲ ἐπὶ τοῦ Σιμοῦντος· διὰ μέσου γὰρ τοῦ πεδίου φέρεται. καὶ ὅτι ἀνέγνω Ἡσίοδος τὰ Ὁμήρον ὡς ἂν νεώτερος τούτου· οὐ γὰρ ἐξενήνοχε τοὺς ποταμοὺς, μὴ ὄντας ἀξιολόγους, εἰ μὴ διʼ Ὀμηρον· καὶ τῷ Σιμοῦντι προσέθηκεν ἐπίθετον τὸ “θεῖόν τε Σιμοῦντα” (Th. 342). βοάγρια] τὰ εἰς τὴν βοὴν ἀγειρομενα. ἢ βοεία γέρρα, ὃ ἐστι δέρα. ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα. βοάγρια] αἱ ἀπὸ βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπίδες.