Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.13-5
Not analysed yet
25. ἐννῆμαρ] ἐπὶ ἐννέα ἡμέρας. ἔνιοι δὲ δασέως καὶ διὰ τοῦ ἑνὸς ν ἀναγινώσκουσιν ὲν ἤμαρ, ἵνʼ ᾖ μιῷ ἡμέρᾳ, ὥστε μὴ μειοῦσθαι τὴν τῶν θεῶν δύναμιν μὴ δυνηθέντων στρέψαι λόγῳ· θᾶττον δὲ ὑπὸ τῶν Ἕλλήνων ἐν μιῷ ἡμέρᾳ γεγονός. οἱ δέ φασι, διὰ τοῦτο τέσσαρας ποταμοὺς εἰσάγει καὶ θεοὺς παρίστησιν, οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ τεῖχος, ἀλλὰ καὶ τὸν τόπον διὰ τὸ μηδὲ ἴχνος φανῆναι.