Ancient Greek
1.121 to 1.123
Scholia in Homerum, Scholia in Iliadum 1.121-2-123
Not analysed yet
215. ἐλεοῖσιν] ἐπιμήκεσι τραπεζίοις ἤτοι μαγειρικοῖς. δασύνεται δέ· ἀπὸ γὰρ τοῦ ἑλεῖν. ἢ ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πεπλεγμέναι αἱ μαγειρικαὶ τράπεζαι· ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς. *ἔχευεν] ἐν ἄλλῳ ἔθηκεν. 219. θῦσαι] ἀπάρξασθαι. δεισιδαίμων δὲ, ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται, καὶ ἀποπλεύσεσθαι μέλλων λέγει “αὔριον ἱρὰ Διὶ ῥέξας (357), καὶ “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν” (Il. 16, 221). ὅτι θῦσαι οὐ σφάξαι, ὡς ὁ Τιμόθεος ὑπέλαβεν καὶ Φιλόξενος, ὁμοίως τῇ ἡμετέρᾳ συνήθει, ἀλλὰ θυμιᾶσαι. καὶ ὅτι θυηλὰς τὰς ἐπιθυομένας ἀπαρχάς. καὶ ἐν Ὀδυσσείᾳ (14, 446) “ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσιν.” 220. θυηλάς] ὡς ἀπαρχάς. τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ βαρύ- νεται, ὡς τὸ ἀνθήλη.