Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.124-4
Not analysed yet
222. ἐδητύος ἐξ ἔρον ἕντο] φαίνονται καὶ παρʼ Ἀγαμέμνονι, πρὶν ἐπὶ τὴν πρεσβείαν στείλασθαι, δειπνοῦντες· φησὶ γοῦν “αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμὸς, ὡρμῶντʼ ἐκ κλισίης” (177). ἄμεινον οὖν εἶχεν ἂν, φησὶν ὁ Ἀρίσταρχος, εἰ ἐγέγραπτο “ἂψ ἐπά- σαντο,” ἵν’ ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλʼ ὅμως ὑπὸ περιττῆς εὐλαβείας οὐδὲν μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν γραφήν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος] εἰς δύο στάσεις διεῖλε τὸν λόγον, τὴν παρορμητικὴν, τραγῳδήσας τὰς συμφορὰς εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσαι τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοι- ωτικὴν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατιὰν ἔλαβεν. κυκλικώτερον δὲ κατακέχρηται τῷ στίχῳ, δεδει- πνηκότων αὐτῶν πρὸ ὀλίγου· οὐ γὰρ ἤρων δαιτός.