Ancient Greek
1.121 to 1.124
Scholia in Homerum, Scholia in Iliadum 1.121-3-124
Not analysed yet
262. ὑπʼ Ἀτρείδῃ βασιλῆι] ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀτρείδου βασιλέως. πρὸς τὴν μετάληψιν τῆς πτώσεως. 263. ἔδυν] τὸ ἔδυν συσταλτέον· ἔστι γὰρ πληθυντικὸν, κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν. 266. ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει, παρὰ τὸ οὐτάσαι. 268. ὀξεῖαι] ὡς γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ἀπὸ τῶν τοιούτων φλεγμονῶν· κυριώτατα οὖν κεῖται τὸ ὀξεῖαι, καὶ ἔστι δυσμετάλη- πτον τὸ ὄνομα, τοῖς πεπειραμένοις μόνοις δῆλον. πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ, τὸ δριμύ, τὸ πικρόν, ἐπιτείνων τὰς ὀδύνας. διὰ δὲ τοῦ δῦνον τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν.