Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.122-2
Not analysed yet
268. Σκάνδειαν δʼ ἄρα] ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ εἰς Σκάνδειαν ἀπέστειλεν, ὡς “πεύθετο γὰρ Κύπρονδε” (Il. 11, 21) ἀντὶ τοῦ εἰς Κύπρον ἠκούετο διὰ τὸ διαγγέλλεσθαι ἐκ τόπου εἰς τόπον. Σκάνδεια δὲ πολισμάτιον Κυθήρων. ἀγνοήσαντες δέ τινες τὸ ὄνομα ἐνόμισαν εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς, ἐν ἡ λαμπρῶς τιμᾶται Ἀφροδίτη· διὸ καὶ Κυθέρεια ἐπιθετικῶς ἡ θεός.