Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.123-2
Not analysed yet
334, 335. ἀθετοῦνται, ὅτι οὐ διὰ τοῦτο ἐκαίοντο, ὅπως τὰ ὀστᾶ κομίσωνται, ἀλλὰ συνηθείᾳ· καὶ γὰρ οἱ ἐπὶ τῆς ἰδίας τελευτῶντες ἐκαίοντο. καθόλου οὖν οἶδε πυρὶ καιομένους τοὺς πάλαι, καὶ ἐνταῦθα τιθεμένους ὅπου καὶ ἐτελεύτησαν. ἐναντιοῦται δὲ καὶ τὰ ἑξῆς “τύμ- βον δʼ ἀμφὶ πυρὴν ἄκριτον ἐκ πεδίου,” ἀδιαχώριστον, ἀδιάστατον, τουτέστι πολυάνδριον· πῶς οὖν “ὥς κʼ ὀστέα παισὶν ἕκαστος;” ἀπὸ προ νέων] τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό συν- τάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται.