Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.124-6
Not analysed yet
286. *εἰλῦται] γρ. εἰλύαται. προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλοιφὴ ὑπάρχῃ, ἢ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι τὸ ῥῆμα καὶ πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλοιφῇ, εἴγε καὶ τὸ ἐρύ- εσθαι ῥῦσθαι ἔφη· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15, 141), καὶ τὸ “ἄρχετε νῦν νέκυας φορέειν” (Od. 22, 437) ἐν τοῖς ἑξῆς ἔφη “ἐκ δὲ νέκυς οἴκων φόρεον” (Od. 24, 417). τινὲς δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμις τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσεσθαι· διὸ διασταλτέον.