Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.125
Not analysed yet
189. στήθεσσιν λασίοισι] νῦν περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν, ἀφʼ οὗ λέγει στήθεσσιν· ὑπό γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ἐστὶ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. σημαίνει δὲ καὶ τοῖς θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. διάνδιχα] ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία ἀλλήλοις, ὅπερ ἐκλα- βών τις προσέθηκεν “ἠὲ χόλον παύσειεν.” βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος, διχῶς ἐλογίσατο, τοὺς μὲν ἀνα- στῆσαι, τὸν δʼ Ἀγαμέμνονα ἀνελεῖν. μερμήριξα] μερίζω μερμερίζω, καὶ ἐκτάσει μερμηρίζω, ὡς δάπτω δαρδάπτω.