Ancient Greek
1.122 to 1.124
Scholia in Homerum, Scholia in Iliadum 1.122-124
Not analysed yet
181. ὧδε] στικτέον ἐπὶ τὸ ὧδε καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλ- λων, ἵν᾿ ἀπʼ ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμʼ ἀφαιρεῖται. 184. *ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι. Βρισηΐδα] Βρισηΐς ἀπὸ τοῦ βρι, ἡ βαροῦσα πάντας ἢ πάντα τῷ κάλλει. 185. αὐτὸς ἰὼν κλισίηνδε] βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας καὶ σέθεν καὶ φάσθαι· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ μέρους. καὶ τὸ ὄφρα κοινὸν κατὰ πάντων νοεῖται. *οὕτω περισπαστέον τὸ εἰδῇς.