Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.125-3
Not analysed yet
280. μάρτυροι ἔστε] ὅτι Ζηνόδοτος γράφει μάρτυρες. Ὅμηρος δὲ μάρτυρος κατὰ τὸ ἐνικὸν λέγει· “Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω” (Il. 7, 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. παροξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσσετε· πιθα- νωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προστακτικὰ ὡς πρὸς τοὺς θεούς· “Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, ποίησόν τʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν” (Il. 17, 645). ἀναγκαῖον μέντοι ἐστὶ παρα- φυλάξαι ἐκεῖνο, ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ προστακτικά ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὄτι ἄγετε.