Ancient Greek
1.126 to 1.132
Scholia in Homerum, Scholia in Iliadum 1.126-3-132
Not analysed yet
285. *Τρῶας—ἀποδοῦναι] ἀντὶ τοῦ Τρῶες ἀποδότωσαν. 286. τιμήν] ὅτι τιμὴν τὸ ἐπιτίμιον λέγει, ὃ πολλάκις λέγει ποινήν. 290. *οὕτως διὰ τοῦ η τὸ μαχήσομαι Ἀρίσταρχος. 292. ἀπὸ στομάχους] οὕτως αἱ Ἀριστάρχου, ἀπὸ στομάχους. αἱ δὲ πλείους διὰ τοῦ ε, ἐπὶ στομάχους· καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή. 295. *ἀφυσσόμενοι] Ἀρίσταρχος ἀφυσσόμενοι διὰ τοῦ ο, ἄλλοι δὲ διὰ τοῦ ᾱ. 297. ὧδε] ὅτι τὸ ὧδε οὐδέποτε τοπικῶς, καθάπερ ἡμεῖς, λέγει, ἀλλ᾿ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει. 305. *Ἴλιον ἠνεμόεσσαν] ὅτι θηλυκῶς ἀεὶ τὴν Ἴλιον λέγει.