Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.126-4
Not analysed yet
306. ἵκηται] τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται. καὶ οἱ μέν φασι παραγγέλλειν αὐτὸν ἵνα, ὃς ἂν πολεμίου ἅρματος κρατήσας ἐπιβῇ, μάχηται καὶ μὴ ἐξελαύνειν σπουδάζῃ· οἱ δὲ οὕτως, ὅστις δʼ ἂν, φησὶν, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων, δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι πολεμείτω.