Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.126-5
Not analysed yet
266. υἷος] προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷις, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. αὕτη τοίνυν συναλοιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, ἧς ἀκόλουθος δοτικὴ “Νηληΐῳ υἷι ἐοικώς” (Il. 2, 20). καὶ αἰτιατικὴ “ἀλλ᾿ υἷα Κλυτίοιο σαώσομεν” (Il. 15, 427) καὶ πληθυντικὴ εὐθεῖα “υἷες ὁ μὲν Κτεάτου” (Il. 2, 621) καὶ αἰτιατικὴ “υἷάς τʼ ὀλλυμένους” (Il. 22, 62). ἀποδείξομεν δὲ καὶ τὸ “υἱάσι δὲ Πριά- μοιο” (463) παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν. ποινὴν] ὅτι ἰδίως τῷ ποινή κέχρηται· κυρίως γὰρ ἐπὶ φόνου “ποινὴν δεξαμένῳ” (l. 9, 636.) καὶ ὅτι τὸ οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.