Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.128-2
Not analysed yet
308. *πόλεας] Ἡρωδιανὸς διὰ τοῦ ε. πόλεας] οὕτως Ἀρίσταρχος προπαροξύνει, καὶ ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον ἐκδέχεται, ᾧ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης, λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ διὰ τοῦ ῑ, διὰ μὲν τοῦ ῑ “ἐκ πόλιος δʼ ἄλοχον,” “πολλέων ἐκ πολίων,” διὰ δὲ τοῦ ε “πόλεως χρυσείην,” “ἑκατὸν πόλεων.” πιθανὸν οὖν ἐστὶν ἐκδέ- ξασθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει.