Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.129-3
Not analysed yet
310. ὡς ὁ γέρων ὤτρυνε] τοῦτο ὁ ποιητὴς λέγει καθʼ ἑαυτό· οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἶναι διάνοιαν οἰομένοις ἐν τοῖς τρισὶ στίχοις· ὧδε καὶ οἱ πρότεροι πόλεας—τόνδε νόον καὶ θυμόν—ὡς ὁ γέρων ὤτρυνεν, οἷον τοῦτον τὸν τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ. πρὸς δὲ τῷ γελοῖον εἶναι τὸ διανόημα, οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπὸ τῶν προσώπων ποιεῖσθαι.