Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.130
Not analysed yet
212—215. Θερσίτης—ἔμμεναι] ἕως τοῦ ἔμμεναι στιγμὴ οὐδεμία ἐστὶν, ἀλλὰ πᾶσαι διαστολαὶ, ἐκολῴα, ᾔδη, μάψ, βασιλεῦσιν. ἐπὶ δὲ τὸ ἔμμεναι στιγμή. ὁ δὲ λόγος· Θερσίτης δʼ ἔτι μοῦνος ἐθορύβει, ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο, ὥστε μάτην καὶ οὐ πρὸς λόγον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλʼ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος ἄξιον φανήσεσθαι τοῖς Ἕλλησιν. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο, καὶ ἀφʼ ἑτέρας γελοίιον Ἀργείοισιν ἔμμεναι, τελεία, ἵνʼ ᾖ ὁ λόγος τοιοῦτος, πᾶν τὸ παραστὰν αὐτῷ, καὶ εἰ μετὰ σπουδῆς παρ- έστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι ἀντὶ τοῦ ἦν κεῖται. πιθα- νώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν καὶ ἑκόντα ἁμαρ- τάνειν. οὕτως Νικάνωρ.