Ancient Greek
1.131 to 1.132
Scholia in Homerum, Scholia in Iliadum 1.131-2-132
Not analysed yet
215. *ὅ τι] εἴσαιτο εὐκτικὸν ἀντὶ τοῦ ὁριστικοῦ τοῦ ἐδόκει, ὡς τὸ “καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης᾿ (ll. 5, 311). 217. φολκός] ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρχεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “καρηκομόωντες.” manus rec. *ὅτι ἅπαξ εἴρηται. ἔστι δὲ φολκὸς ὁ τὰ φάη εἱλκυσμένος, ὅ ἐστιν ἐστραμμένος. ἕτερον πόδα] οἰκείως, ἐπεὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν δεξιόν. τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν ἄμεινον. ἧττον γὰρ ἂν ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε.