Ancient Greek
1.132 to 1.133
Scholia in Homerum, Scholia in Iliadum 1.132-133
Not analysed yet
197. κόμης ἕλε Πηλείωνα] ὅτι οὕτως λέγει, τὸν Πηλείωνα τῆς κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοήσαντες δέ τινες γράφουσι ξανθῆς δὲ κόμης ἕλε Πηλείωνος. διὰ τούτου δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθότριχες τοιοῦτοι. 198. *ὁρᾶτο] ὅτι Ζηνόδοτος γράφει ὁρῆτο. τοῦτο δὲ Δώριον.