Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.134
Not analysed yet
200. Παλλάδʼ Ἀθηναίην] Παλλάδα τὴν Ἀθηνᾶν ἐπιθετικῶς, ἤτοι ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ (πολεμικὴ γὰρ ἡ θεός), ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν, ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς, ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διί. δεινὼ δέ οἱ ὄσσε φάανθεν] διὰ τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν. τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτί- σθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.